Basisdemokratisches Wiki
Advertisement
Basisdemokratisches Wiki

Homer ist ein antiker griechischer Dichter, der eigentlich nichts mit Politik zu tun hat, aber trotzdem unter „ausländische Politiker“ gefunden werden kann.

Er dichtete unter anderem die Ilias und die Odyssee. In seiner Freizeit sang er gerne.

Wie alle Dichter war er vermutlich blind.

Außerdem arbeitete er als Sicherheitsbeauftragter in einem Atomkraftwerk und mochte Donuts.

Er schrieb alle seine Werke in daktylischen Hexametern. Also ungefähr so: dámdada|dámdada|dámdada|dámdada|dámdada|dámdam

Anfang der Odyssee (Die ersten 95 Verse)[]

ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ

πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν:

πολλῶν δ᾽ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,

πολλὰ δ᾽ ὅ γ᾽ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,

ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.

ἀλλ᾽ οὐδ᾽ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ:

αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,

νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο

ἤσθιον: αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.

τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.

ἔνθ᾽ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,

οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν:

τὸν δ᾽ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς

νύμφη πότνι᾽ ἔρυκε Καλυψὼ δῖα θεάων

ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.

ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,

τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι

εἰς Ἰθάκην, οὐδ᾽ ἔνθα πεφυγμένος ἦεν ἀέθλων

καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾽ ἐλέαιρον ἅπαντες

νόσφι Ποσειδάωνος: ὁ δ᾽ ἀσπερχὲς μενέαινεν

ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.

ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾽ ἐόντας,

Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,

οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ᾽ ἀνιόντος,

ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.

ἔνθ᾽ ὅ γ᾽ ἐτέρπετο δαιτὶ παρήμενος: οἱ δὲ δὴ ἄλλοι

Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.

τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε:

μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,

τόν ῥ᾽ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν᾽ Ὀρέστης:

τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπε᾽ ἀθανάτοισι μετηύδα:

‘ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται:

ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ

σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν,

ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο

γῆμ᾽ ἄλοχον μνηστήν, τὸν δ᾽ ἔκτανε νοστήσαντα,

εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,

Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,

μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν:

ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,

ὁππότ᾽ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.

ὣς ἔφαθ᾽ Ἑρμείας, ἀλλ᾽ οὐ φρένας Αἰγίσθοιο

πεῖθ᾽ ἀγαθὰ φρονέων: νῦν δ᾽ ἁθρόα πάντ᾽ ἀπέτισεν.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη:

‘ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,

καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ:

ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι:

ἀλλά μοι ἀμφ᾽ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,

δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει

νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης.

νῆσος δενδρήεσσα, θεὰ δ᾽ ἐν δώματα ναίει,

Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης

πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς

μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.

τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,

αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν

θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται: αὐτὰρ Ὀδυσσεύς,

ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι

ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ

ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τ᾽ Ὀδυσσεὺς

Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων

Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;’

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

‘τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.

πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,

ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ᾽ ἱρὰ θεοῖσιν

ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;

ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ

Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,

ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον

πᾶσιν Κυκλώπεσσι: Θόωσα δέ μιν τέκε νύμφη,

Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,

ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.

ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων

οὔ τι κατακτείνει, πλάζει δ᾽ ἀπὸ πατρίδος αἴης.

ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες

νόστον, ὅπως ἔλθῃσι: Ποσειδάων δὲ μεθήσει

ὃν χόλον: οὐ μὲν γὰρ τι δυνήσεται ἀντία πάντων

ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη:

‘ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,

εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,

νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,

Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην

νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα

νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,

νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται:

αὐτὰρ ἐγὼν Ἰθάκηνδ᾽ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν

μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,

εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς

πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ

μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.

πέμψω δ᾽ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα

νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,

ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.’

Anfang der Ilias (Die ersten 91 Verse)[]

μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε,

πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν

ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή,

ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.

τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;

Λητοῦς καὶ Διὸς υἱός: ὃ γὰρ βασιλῆϊ χολωθεὶς

νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,

οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

Ἀτρεΐδης: ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα,

στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,

Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν:

Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,

ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες

ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι:

παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾽ ἄποινα δέχεσθαι,

ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.

ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ

αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα:

ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,

ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:

μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω

ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα,

μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο:

τὴν δ᾽ ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γῆρας ἔπεισιν

ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης

ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν:

ἀλλ᾽ ἴθι μή μ᾽ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.

ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὃ γέρων καὶ ἐπείθετο μύθῳ:

βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης:

πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὃ γεραιὸς

Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ:

κλῦθί μευ ἀργυρότοξ᾽, ὃς Χρύσην ἀμφιβέβηκας

Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,

Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα,

ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα

ταύρων ἠδ᾽ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ:

τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.

ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων,

βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,

τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην:

ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο,

αὐτοῦ κινηθέντος: ὃ δ᾽ ἤϊε νυκτὶ ἐοικώς.

ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν, μετὰ δ᾽ ἰὸν ἕηκε:

δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο:

οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,

αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς

βάλλ᾽: αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,

τῇ δεκάτῃ δ᾽ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς:

τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη:

κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.

οἳ δ᾽ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,

τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς:

Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω

ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,

εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς:

ἀλλ᾽ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα

ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾽ ὄναρ ἐκ Διός ἐστιν,

ὅς κ᾽ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,

εἴτ᾽ ἄρ᾽ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται ἠδ᾽ ἑκατόμβης,

αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων

βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.

ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο: τοῖσι δ᾽ ἀνέστη

Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ᾽ ἄριστος,

ὃς ᾔδη τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,

καὶ νήεσσ᾽ ἡγήσατ᾽ Ἀχαιῶν Ἴλιον εἴσω

ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων:

ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι

μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος:

τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο καί μοι ὄμοσσον

ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν:

ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων

Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί:

κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ:

εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,

ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,

ἐν στήθεσσιν ἑοῖσι: σὺ δὲ φράσαι εἴ με σαώσεις.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

‘θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα:

οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν

εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,

οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο

σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει

συμπάντων Δαναῶν, οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς,

ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.’

Advertisement